Ancient Greek
2.21.2 to 2.21.4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.21.2-4
Not analysed yet
ὅτε καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ προσέθηκεν τὸ »πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμιι«, τὴν προΰπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. τί δὴ οὖν συνίστησιν ὁ λόγος ἢ αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν χρηματίσαντα τῷ Μωσεῖ καὶ εἰρηκότα »ἐγώ εἰμι ὁ ὤν«; αὐτὸς γὰρ τῷ Ἀβραὰμ ὦφθαι ἑαυτὸν ἐδίδαξεν. ὅπως δὲ ἦν αὐτὸς »ὁ ὤν«, εἴρηται. καὶ ὁ μέγας δὲ ἀπόστολος Παῦλος οἶδεν τὸν υἱὸν τοῦ θεοῦ μεσίτην γενόμενον τῆς διὰ Μωσέως νομοθεσίας, ἐν οἷς διδάσκει λέγων »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. |οὐκοῦν ὁ χρηματίσας τῷ Μωσεῖ ὁ μεσίτης ἦν, ἐξ ἐκείνου μεσιτεύων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν. τοῦτον δὲ εἶναι Ἰησοῦν Χριστὸν ὁ αὐτὸς ἀπόστολος παρέστησε φήσας »εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός«. εἴτ’ οὖν ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου λέγοιτο παρὰ Μωσεῖ τὸ »ἐγώ εἰμι ὁ ὤν«, εἴθ’ ὁ πατὴρ ἦν ὁ δι’ αὐτοῦ ταύτην προϊέμενος τὴν φωνήν, ἑκατέρως ἀληθεύοι ἂν ὁ λόγος.