Ancient Greek
Book 2, Chapter 21
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.21.5
Not analysed yet
μὴ δὴ οὖν ἀπορείτω Μάρκελλος συλλογισμῷ χρώμενος, ὡς οἴεται, ἀφύκτῳ, δι’ οὗ φησὶν (Nr. 57) τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ὢν« λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα; εἶθ’ ἑξῆς συνάγων, ὡς εἰ μὲν ὁ πατὴρ εἴη ὁ ὤν, οὐκέτ’ ἔσται ὁ υἱὸς θεός· (Nr. 58) ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν. εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ »ἐγώ εἰμι ὁ ὤν«, ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.