Ancient Greek
Book 2, Chapter 21
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.21.7
Not analysed yet
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«, πάλιν κἀνταῦθα μὴ ταραττέσθω τὴν ψυχὴν ἀλλὰ καὶ τῶν ἑξῆς συνημμένων ἀκουέτω· εἰπὼν γὰρ »οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«, ἐπήγαγεν »οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, κύριος ζηλωτής«.