Ancient Greek
Book 2, Chapter 21
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.21.8
Not analysed yet
ὁρᾷς ὅπως διεστέλλετο μὴ τῇ τῶν ἐθνῶν πολυθέῳ πλάνῃ συναπάγεσθαι, μόνον δὲ αὐτὸν εἰδέναι θεὸν καὶ κύριον. τίς δ’ ἦν οὗτος; ὁ υἱὸς τὴν εἰκόνα τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ ἐξ αὐθεντείας τε αὐτοῦ τοῖς εἰδωλολατρείαν νοσοῦσιν ταῦτα διαταττόμενος. ὡς γὰρ »πάντα δι’ αὐτοῦ ἐγένετο«, τοῦ πατρὸς διὰ τοῦ σωτῆρος τὴν τῶν γενητῶν ἁπάντων οὐσίαν ὑποστησαμένου, |οὕτως αὐτὸς ἦν ὁ πατὴρ τὴν εἰς αὐτὸν γνῶσίν τε καὶ εὐσέβειαν διὰ μεσίτου τοῦ υἱοῦ παραδιδοὺς ἀνθρώποις.