Ancient Greek
Book 2, Chapter 23
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.23.3
Not analysed yet
σαφέστατα γοῦν εἰκόνα καὶ ἀπαύγασμα τοῦ πατρὸς »ἐν μορφῇ« τε τοῦ θεοῦ εἶναι αὐτὸν ὁ θεσπέσιος ἐδίδαξεν Παῦλος, ὡς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. ὥσπερ οὖν ἑνὸς ὑφεστῶτος πατρὸς καὶ ἑνὸς υἱοῦ φύντος ἐκ τοῦ πατρὸς οὐκ ἄν τις εὖ φρονῶν εἴποι δύο πατέρας ὑπάρχειν οὐδὲ υἱοὺς δύο, καὶ ὥσπερ βασιλέως κρατοῦντος ἑνὸς εἰκόνος δὲ αὐτοῦ πανταχοῦ γῆς προφερομένης οὐκ ἄν τις σωφρονῶν δύο εἴποι τοὺς κρατοῦντας, ἀλλ’ ἕνα τὸν καὶ διὰ τῆς εἰκόνος τιμώμενον. κατὰ τὸν αὐτὸν τρόπον (ὡς καὶ πολλάκις ἡμῖν εἴρηται) καὶ ἡ ἐκκλησία τοῦ θεοῦ ἕνα παρα|λαβοῦσα θεὸν σέβειν τὸν αὐτὸν καὶ διὰ τοῦ υἱοῦ. ὡς διὰ εἰκόνος, μένει προσκυνοῦσα.