Ancient Greek
Book 2, Chapter 23
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.23.4
Not analysed yet
ἃ δὴ μὴ συνεὶς Μάρκελλος τὴν εἰκόνα »τοῦ θεοῦ τοῦ ἀοράτου« τὴν σάρκα εἶναι τοῦ σωτῆρος ἀπεφήνατο, ἣν ὁ ἀπόστολος »μορφὴν δούλου« κέκληκεν· οὐ λογισάμενος ὅτι καὶ πάντες ἄνθρωποι κατὰ τὴν σάρκα τοῦ σωτῆρος τυγχάνουσιν μεμορφωμένοι. καὶ τὸ μὲν σῶμα ὃ ἀνείληφεν ὁ σωτὴρ τῆς ἀγενήτου καὶ ἀρρήτου καὶ πατρικῆς θεότητος εἰκόνα εἶναι διισχυρίζεται, τὸν δὲ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ δι’ οὗ τὰ πάντα συνέστη (»πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«) ἀρνεῖται εἶναι εἰκόνα τοῦ θεοῦ αὐταῖς συλλαβαῖς λέγων (Nr. 82) οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. ὁρᾷς ὅσῃ διαστροφῇ κέχρηται τῆς ἀποστολικῆς ἑρμηνείας.