Ancient Greek
Book 2, Chapter 24
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.24.1
Not analysed yet
ὁ θαυμαστὸς οὗτος τῶν Χριστοῦ λόγων διδάσκαλος τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τοὺς παραγγελτικοὺς τῶν πρακτέων λόγους ἀπὸ τῆς θείας συναγαγὼν γραφῆς τοιοῦτόν τινα ὁρίζεται τὸν »ἐν ἀρχῇ« λόγον. ἐπάκουσον δὲ ὅπως ταῦτα συνιστᾶν πειρᾶται, τοῦτον γράφων τὸν |τρόπον (Nr. 41) *****τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου. ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει »τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν«, αὖθίς τε ὁ αὐτὸς »ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. Σολομῶν δὲ »ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντο«. Ἡσαΐας τε »ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«. καὶ αὖθις Ἱερεμίας »ᾐσχύνθησαν σοφοὶ« φησὶν »καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν«.