Ancient Greek
Book 2, Chapter 24
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.24.2
Not analysed yet
καὶ Ὡσηὲ δὲ ὁ προφήτης »ἐμίσησαν« ἔφη »ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο«. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων »ἐκ Σιὼν« ἔφη »ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«. ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ συναγαγὼν κρατύνειν διὰ τούτων τὴν ἑαυτοῦ δόξαν ἡγεῖται.