Ancient Greek
Book 2, Chapter 25
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.25.1
Not analysed yet
εἶτα καὶ αὐτὸς ἑαυτῷ τἀναντία γράφων οὐκ αἴσθεται. ἐν ἑτέροις μὲν γὰρ διισχυρίζεται μηδένα τοῦ προτέρου λαοῦ τὰ κατὰ τὸν λόγον ἐγνωκέναι, μυστήριον γὰρ εἶναι ἀποκεκρυμ|μένον. γράφει δὲ ὧδε αὐταῖς λέξεσιν (Nr. 45) τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ’ ἡμᾶς τοῦ πλούτου τῆς δόξης καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. καὶ αὖθις ἐπιλέγει (Nr. 46) ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη »ἐν ἀρχῇ ἦν ὁ λόγος«. ἐν τούτοις μὲν οὖν ἀποκεκρυμμένον μυστήριον διορίζεται εἶναι τὸ περὶ τοῦ λόγον ἔχειν τὸν θεόν, ἐν δὲ ταῖς ἀρτίως παρατεθείσαις προφητικαῖς φωναῖς πάσας τὰς θείας γραφὰς κηρύττειν τὰ περὶ αὐτοῦ συνίστησιν καὶ συνάγει περὶ λόγου θεοῦ πλείστας ὅσας μαρτυρίας.