Ancient Greek
Book 2, Chapter 25
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.25.2
Not analysed yet
οὐκ ἄρα ἦν ἀγνοούμενος τῷ προτέρῳ λαῷ, πάντες γὰρ αὐτοὶ τοὺς τοιούτους λόγους ᾔδεσαν, ἀνὰ στόμα καὶ διὰ μνήμης τὰ προφητικὰ λόγια φέροντες. ἀλλὰ τὸν γραμματέα τῶν Ἰουδαίων ἡμῖν ὁ Χριστιανὸς προΐσχεται, οὐκ ἀκούων τοῦ σωτῆρος λέγοντος »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«, θαυμάζει τε αὐτὸν ὅρκῳ πιστούμενον ὅτι »εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ«, οὐκ εἰδὼς ὅτι καὶ τὰ »δαιμόνια πιστεύουσιν καὶ φρίττουσιν«.