Ancient Greek
Book 2, Chapter 4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.4.1
Not analysed yet
τοῦτον δὴ τὸν τρόπον ἐν τῷ θεῷ δοὺς εἶναι τὸν λόγον, ἓν καὶ ταὐτὸν εἶναι αὐτῷ ἑξῆς ἀποφαίνεται κατὰ λέξιν ὧδε γράφων (Nr. 62) εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.