Ancient Greek
Book 2, Chapter 4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.4.2
Not analysed yet
καὶ πάλιν προϊών φησιν (Nr. 64) οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«· ἀλλὰ διότι ἀδύνατόν ἐστιν ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. εἰ δὴ οὖν ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ὡς δοκεῖ Μαρκέλλῳ, ὁ ἐν τῇ ἁγίᾳ παρθένῳ γενόμενος καὶ σαρκωθεὶς καὶ ἐνανθρωπήσας καὶ παθὼν τὰ ἀναγεγραμμένα καὶ ἀποθανὼν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός· ὃ δὴ τολμήσαντα φάναι τὸν Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ ἐν ἀθέοις καὶ βλασφήμοις κατέλεξεν.