Ancient Greek
2.7.12 to 2.7.13
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.7.12-13
Not analysed yet
διὰ τούτων μὲν ὁ υἱὸς τοῦ θεοῦ τὸ πρὸς τὸν πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γεννητῶν ἁπάντων καθηγεῖται τῶν δι’ αὐτοῦ γεγενημένων, ὡς ἂν ἀπάντων ὑπάρχων σωτὴρ καὶ κύριος καὶ δημιουργός (»πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«), τηνικαῦτα καὶ θεὸς καὶ δεσπότης καὶ σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν. διὸ καὶ σέβειν καὶ προσκυνεῖν καὶ τιμᾶν αὐτὸν οἷα θεὸν ἡ ἐκκλησία αὐτοῦ δεδίδακται, τοῦτο πράττειν παρ’ αὐτοῦ μαθοῦσα.