Ancient Greek
Book 2, Chapter 7
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.7.14
Not analysed yet
λέγει δ’ οὖν αὐτὸς ὁ σωτὴρ »οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα. ἀλλὰ τὴν ἅπασαν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα«. διαρρήδην παρακελευόμενος τιμᾶν αὐτὸν μὴ ὁμοίως τοῖς προφήταις μηδ’ ὁμοίως ἀγγέλοις ἢ ταῖς τούτων διαφερούσαις δυνάμεσιν, ἀλλ’ αὐτῷ τῷ πατρὶ παραπλησίως. τοῦτο γὰρ αὐτὸς ὁ πατὴρ βουληθεὶς »πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν αὐτὸν καθὼς τιμῶσι τὸν πατέρα«.