Ancient Greek
Book 2, Chapter 9
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.9.2
Not analysed yet
πῶς οὖν εἰς τὸν τῆς κρίσεως ἀναπέμπει καιρόν, τότε λέγων αὐτὸν ἑνωθήσεσθαι τῷ θεῷ καὶ ἔσεσθαι ὥσπερ καὶ πρότερον ἦν; εἰ γὰρ τότε ἔσται ὥσπερ καὶ πρότερον ἦν, οὔτε ὁ λόγος ὁ προελθὼν τοῦ θεοῦ ὁποῖος ἦν πρότερον ὑπάρξει, ἀλλὰ καὶ αὐτὸς ὁ θεὸς ἔσται ἑαυτῷ ἀνόμοιος, πάλαι μὲν ἔχων ἐν ἑαυτῷ τὸν λόγον καὶ ἐπὶ συντελείᾳ τοῦ παντὸς ἀποληψόμενος αὐτὸν καὶ γιγνόμενος τότε ὥσπερ καὶ πρότερον ἦν, ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνομοίως κείμενος. καὶ ὁ λόγος δὲ ὡσαύτως ἐκτὸς τοῦ θεοῦ γενόμενος οὐκ ἔσται πρὸ τῆς συντελείας τοῦ παντὸς οἷος ἦν πρότερον.