Ancient Greek
Book 2, Chapter 9
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.9.3
Not analysed yet
καὶ τίς ἂν τούτων δυσσεβέστερος γένοιτ’ ἂν λόγος; ὅλως γὰρ τὸ ἦν καὶ τὸ ἔσται καὶ τὸ γεγονέναι ποτὲ καὶ πάλιν μέλλειν ἔσεσθαι, τῆς ἐν χρόνῳ μεταβολῆς ὄντα δηλωτικά, ἀλλότρια ἂν εἴη τῆς ἀχρόνου καὶ ἀνάρχου καὶ ἀγενήτου καὶ ἀναλλοιώτου οὐσίας, ἐφ’ ἧς τὸ εἶναι μόνον ἐπιπρέπει νοεῖν καὶ εἶναι ἀπαραλλάκτως ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, μὴ μειουμένην, μὴ συστελλομένην, μὴ ἐκτεινομένην, μὴ ἐξαπλουμένην, μηδ’ ἐκτός τι καὶ ἐντὸς ἑαυτῆς ἔχουσαν, μηδ’ ἄλλοτε ἄλλην γιγνομένην, μηδ’ ἕτερον μὲν οὖσαν πρότερον εἶτα ἄλλο τί γιγνομένην καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαθισταμένην.