Ancient Greek
Book 3, Chapter 17
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.17.10
Not analysed yet
ὁ δὲ Δανιὴλ προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεώχθησαν«, ταῦτα προθεασάμενος ἑξῆς τὸν υἱὸν τοῦ ἀνθρώπου θεωρεῖ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ προσιόντα τῷ παλαιῷ τῶν ἡμερῶν καὶ τὴν ἄφθαρτρν βασιλείαν ὑποδεχόμενον. οὐκοῦν καὶ τότε διαφερόντως καὶ κρειττόνως ἢ νῦν ἀρχὴν ἕξει τοῦ βασιλεύειν τῶν τῆς μακαριότητος ἀξίων.