Ancient Greek
Book 3, Chapter 17
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.17.9
Not analysed yet
καὶ προστίθησιν μεθ’ ἕτερα λέγων (Nr. 103) τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δι’ ἡμᾶς (ἀν)είληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει. ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ; Μάρκελλος μὲν οὖν τοιαῦτα λέγειν ἐτόλμα· οἱ δέ γε τοῦ θεοῦ προφῆται ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν ὁριζόμενοι μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐζεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίζει.