Ancient Greek
Book 3, Chapter 2
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.32
Not analysed yet
τοῦτο δ’ εἰπὼν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν καταβάλλει τὴν διάνοιαν, ἑξῆς ἐπιλέγων (Nr. 10) ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν »ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ«. καὶ οὐ συνίησιν ὁ γενναῖος ὡς μία τίς ἐστιν ἔκφρασις καὶ ἕν πρώσωπον τυγχάνει τὸ φῆσαν »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν« καὶ τὸ »κύριος ἔκτισέν με«· ὥστε εἰ ἐπὶ τὴν σάρκα ἀνάγοιτο θάτερον, ἀνάγκη καὶ τὸ ἕτερον· καὶ ἡ σοφία ἔσται ἡ τὰ ἀμφότερα λέγουσα.