Ancient Greek
Book 3, Chapter 2
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.33
Not analysed yet
εἰ δὲ ἡ σάρξ λέγοι κατὰ Μάρκελλον τὸ κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοὺ«, αὕτη ἂν εἴη ἡ σοφία· καὶ ἔσται ἡ σὰρξ ἡ φάσκουσα »δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν« καὶ »δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται«. πῶς δ’ ἂν εἴποι ἡ σὰρξ τὸ »μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«, οἷς ἐπάγει τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ«; ὁ δὲ καὶ τίνες αἱ ὀδοὶ παρίστησιν λέγων ἑξῆς (Nr. 12) οὗτος γὰρ ἡμῖν τοῖς δικαίως πολιτεύεσθαι μέλλουσιν θεοσεβείας ὁδὸς γέγονεν· ἀρχὴ πασῶν τῶν μετὰ ταῦτα ὁδῶν.