Ancient Greek
3.2.6 to 3.2.7
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.6-7
Not analysed yet
»εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« λελέχθαι 〈ἀντὶ τοῦ〉· εἶπον τὸν θεὸν σὸν ἀδελφὸν εἶναι. ἀλλ’ ὁρᾶς ὡς τὴν ἀκοὴν πλήττει ἡ τοιαύτη φωνὴ οὐκ ἔχουσα ἁρμονίαν. εἰ δ’ ἐπὶ τὸν υἱὸν ἐκλάβοις τὰ λόγια (αὐτὸς γὰρ ἦν ἡ κοπία), πάντα σοι εὐροήσει, μηδενὸς δυσσεβοῦς νοήματος ἐμποδὼν ἱσταμένου, συνεπιμαρτυροῦντος τοῦ ἀποστόλου Παύλου, ὃς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμπρᾷ τῇ φωνῇ σοφίαν ὠνόμασεν εἰπὼν »Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία«.