Ancient Greek
Book 3, Chapter 2
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.2.8
Not analysed yet
τούτων ὧδέ πη κατεσκευασμένων, ἀκόλουθόν ἐστιν μετὰ τῶν προεκτεθέντων ἁπάντων ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« λελέχθαι· εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτόν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν τοῦτ’ ἂν εἴποι οὐδ’ ὡς ὁμοίως τοῖς λοιποῖς κτίσμασιν καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γεγονώς, ᾗ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ’ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως. |ἄρχειν δὲ τῶν ὅλων ὑπὸ κυρίου, τοῦ αὐτοῦ πατρός, κατατεταγμένος, τοῦ »ἔκτισεν« ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατέστησεν εἰρημένου.