Ancient Greek
Book 3, Chapter 3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.11
Not analysed yet
καὶ μεταβὰς ἑξῆς ἐπὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὴν γῆν πάλιν τὴν σάρκα εἶναι λέγει, γράφει δὲ οὕτως (Nr. 18) ποίαν ταύτην τὴν γῆν ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; »γῆ« γὰρ »εἶ« φησὶν »καὶ εἰς γῆν ἀπελεύσῃ«. ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν. καὶ ταῦτα δὲ φάσκει, οὐ μνημονεύσας ὁ σοφώτατος ὡς καὶ ἀνωτέρω πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἐκτίσθαι τὴν σάρκα ἀρχὴν ὁδῶν τοῦ θεοῦ εἰρηκὼς ἔτυχεν.