Ancient Greek
3.3.12 to 3.3.13
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.12-13
Not analysed yet
εἰ δὲ ὅλως διὰ τῆς γῆς τὴν σάρκα ἐδήλου, πῶς οὐ προϋπάρχειν τῆς σαρκὸς ἀνάγκη ὁμολογεῖν τὸν λέγοντα |πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἑαυτὸν εἶναι, »πρὸ« γὰρ »τοῦ αἰῶνος« φησὶν »ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι«. οὐκοῦν πρὸ τοῦ τὴν σάρκα ποιῆσαι ὁ ταῦτα λέγων ὑπῆρχεν. εἰ δὲ καὶ μὴ πολλῶν αἰώνων ἐμνημόνευσεν, ἀλλ’ ἑνός, οὗ καὶ ὁ σωτὴρ ἐμνήσθη εἰπὼν »οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται«, καὶ οὕτως οὐχ ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτὴρ ἡμῶν πρὸ τοῦ ἐνεστῶτος αἰῶνος ὑπῆρχεν, ἀλλ’ αὐτὸς ὁ ταῦτα διὰ Σολομῶνος διδάσκων. ὁρᾷς ὅσῃ περιπέπτωκεν δυσχωρίᾳ ὁ τῆς εὐθείας καὶ βασιλικῆς παρατραπεὶς ὁδοῦ.