Ancient Greek
3.3.23 to 3.3.24
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.23-24
Not analysed yet
ὥστε καὶ πρὸ ἐκείνων τῶν πηγῶν ἀναγκαῖον ὁμολογεῖν τὸν υἱὸν εἶναι τοῦ θεοῦ τὸν λέγοντα »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. ὁ δὲ ἐπάκουσον ὅπως ἑρμηνεύει, λέγων (Nr. 20) εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγων »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων« ἔφη. καὶ ἐπιφέρει (Nr. 20) οὕτω γὰρ ὁ σωτὴρ πρὸς τὰς ἱερὰς πηγὰς ἔφη »πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη«. εἶθ’ ὥσπερ συναγαγὼν τὸν λόγον, τὸ συμπέρασμα ἐπάγει τῇ ἑαυτοῦ διηγήσει λέγων |(Nr. 21) πανταχόθεν δῆλόν ἐστιν τοὺς ἱεροὺς ἀποστόλους καὶ πηγὰς τροπικῶς ὠνομάσθαι ὑπὸ τοῦ προφήτου. καὶ τοὺς μὲν ἀποστόλους τὰς πηγὰς εἶναι βούλεται. οὐκ ἀρέσκουσιν δὲ αὐτῷ οἱ προφῆται·