Ancient Greek
Book 3, Chapter 3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.25
Not analysed yet
διατί, ἀλλ’ 〈ἢ〉 ὅτι μὴ ἐδύνατο τὴν σάρκα τοῦ σωτῆρος πρὸ ἐκείνων διδόναι; καίτοι καὶ πρὸ τῶν κατὰ φύσιν αἰσθητῶν πηγῶν, ὧν καὶ Μωσῆς ἐμνημόνευσεν ἐν τῇ κοσμοποιίᾳ εἰπὼν »πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αὖθις ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον, προϋπῆρχεν ὁ τοῦ θεοῦ υἱὸς ὁ ταῦτα ἐν Παροιμίαις περὶ ἑαυτοῦ διδάσκων. ὁ δὲ τῷ Ἰὼβ χρηματίζων καὶ πηγῶν θαλάσσης μνημονεύει λέγων »ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας«;