Ancient Greek
Book 3, Chapter 3
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.32
Not analysed yet
πῶς οὖν ἡ σὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«; ταῦτα μὲν οὖν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι. ἀβιάστως δ’ ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν, ἐπεὶ καὶ τῆς γῆς προϋπῆρχεν, ἦν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τὰς σωματικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰσθητῶς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ συστῆναι τὸ τῆς γῆς σχῆμα ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.