Ancient Greek
3.3.33 to 3.3.37
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.3.33-37
Not analysed yet
εἰ δ’ ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεών τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν. λελέξεται αὐτῷ ὅτι τούτων τέως 〈οὐκ〉 ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρεδίδου. ὃ καὶ δῆλον τυγχάνει ἐκ τοῦ ποτὲ λέγεσθαι »ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου«, ποτὲ δὲ υἱέ. ἐμοῖς νόμοις πρόσεχε, τοῖς δ’ ἐμοῖς ῥήμασιν παράβαλε σὸν οὖς« καὶ αὖθις »υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος« καὶ υἱέ, ἐὰν καλῶς γένῃ σεαυτῷ, καλὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά«. μυρία δ’ ἂν καὶ αὐτὸς τούτοις ὅμοια καθ’ ἑαυτὸν ἀπὸ τῆς βίβλου τῶν Παροιμιῶν ἀναλέξαις. δι’ ὧν ὁ λόγος φαίνεται νηπίοις τὰς ψυχὰς προσ διαλεγόμενος. οὕτω καὶ Μωσῆς παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων. οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν τοὺς αὐτῷ μαθητευομένους. εἰκότως τοιγαροῦν καὶ ὁ ἐν ταῖς Παροιμίαις λόγος ὡς τοιούτοις ἀπὸ τῶν περὶ γῆν ὀρῶν τε καὶ βουνῶν καὶ πηγῶν ὡς ἀπὸ γνωριμωτέρων τὴν διδασκαλίαν ἐποιεῖτο, ὡς ἐξ ὑποβάθρας ἀρξάμενος ἐπὶ τὰ κρείττω χειραγωγήσειεν τοὺς παιδαγωγουμένους, ἀπό τε τῶν σμικροτέρων ἐπὶ τὰ θειότερα διαβαίνειν παρασκευάσειεν.