Ancient Greek
Book 3, Chapter 4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.4.1
Not analysed yet
ὡς αὖ πάλιν καὶ τὸ λέγειν τὰ τρία 〈ἓν〉 εἶναι, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, Σαβελλίου γὰρ καὶ τοῦτο. ὃ δὴ καὶ αὐτὸ Μάρκελλος ὡδέ πη γράφων ἀπεφαίνετο (Nr. 60) ἀδύνατον γὰρ τρεῖς ὑποστάσεις οὔσας ἑνοῦσθαι μονάδι, εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. |ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος. ἅ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα τῷ θεῷ διαφέρει μόνα.