Ancient Greek
Book 3, Chapter 4
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.4.2
Not analysed yet
εἶτα πειρᾶται τοῦτο κατασκευάζειν ἑξῆς προϊὼν καὶ λέγων (Nr. 60) εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἡμᾶς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὡμολόγησεν. παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι »οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν« ,οὐ σαφῶς καὶ φανερῶς ἐνταῦθα ἀπορρήτῳ 〈δὲ〉 λόγῳ ἡ μονὰς φαίνεται. πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμῶς ὑπομένουσα;