Ancient Greek
Book 3, Chapter 5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.11
Not analysed yet
εἰ δὲ ποτὲ μὲν τὸν πατέρα πέμψειν τὸ πνεῦμα τὸ ἅγιον ποτὲ δὲ ἑαυτὸν διορίζεται, οὐκ ἐναντία δήπουθεν διδάσκει· πάντα γὰρ ὅσα ἐὰν »βλέπῃ τὸν πατέρα ποιοῦντα«, »ταῦτα ὁμοίως καὶ ὁ υἱὸς |ποιεῖ« καὶ »καθὼς ἀκούει, κρίνει«. διὸ τῇ τοῦ πατρὸς κρίσει, ὅτε καὶ βούλεται ὁ πατήρ. τηνικαῦτα ὁ υἱὸς καὶ †δι’ αὐτοῦ ὁ σωτὴρ ἀποστέλλει τοῖς αὐτοῦ μαθηταῖς τὸ πνεῦμα τῆς ἀληθείας τὸ παράκλητον, πρὸς τὸ παρακαλεῖν αὐτοὺς καὶ παραμυθεῖσθαι ἐφ’ οἷς κηρύττοντες τὸ εὐαγγέλιον ὑπὸ τῶν ἐλαυνόντων αὐτοὺς ἔπασχον·