Ancient Greek
3.5.12 to 3.5.13
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.12-13
Not analysed yet
οὐ μόνον δὲ πρὸς τὸ παρακαλεῖν αὐτούς, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν τῆς καινῆς διαθήκης, ἣν οὐκ ἐχώρουν ὑπὸ τοῦ σωτῆρος διδάσκεσθαι, ὁπηνίκα ταῦτα αὐτοῖς ὡμίλει διὰ τὸ ἔτι τῇ Ἰουδαϊκῇ δεδουλῶσθαι ἀγωγῇ. ταῦτα δὲ ἔργοις ἐπλήρου μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. μεθ’ ἣν εἰπὼν τῇ Μαρίᾳ »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου«, μετὰ ταῦτα ἅτε δὴ ἀνεληλυθὼς πρὸς τὸν πατέρα τοῖς μαθηταῖς ὤφθη, τοῦ ἁγίου πνεύματος ἀπεσταλμένου καὶ συνόντος αὐτῷ ἑτοίμου τε παρεστῶτος εἰς ἣν τέτακται διακονίαν, ὅτε καὶ ἅψασθαι αὐτοῦ ἐπιτρέπει.