Ancient Greek
Book 3, Chapter 5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.5
Not analysed yet
οἷς ἐπιφέρει »ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἄγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν«. |ἀκούεις ὅπως πληθυντικῷ κέχρηται τρόπῳ τὸ »ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα« περὶ αὑτοῦ καὶ τοῦ πατρὸς φήσας, καὶ ὡς περὶ τοῦ ἁγίου πνεύματος διαλαλῶν ὡς περὶ ἑτέρου ἔλεγεν τὸ »ἐκεῖνος ὑμᾶς διδάξει πάντα«.