Ancient Greek
Book 3, Chapter 5
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 3.5.6
Not analysed yet
τοιοῦτον δὲ ἦν καὶ τὸ »ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν ἦ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας«. οὐκοῦν ἕτερος ἦν παρ’ αὐτὸν ὁ παράκλητος, περὶ οὗ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθις προσετίθει λέγων ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον«.