Ancient Greek · ~1 min
Chapter pr
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini Πρόλογος
Not analysed yet
Ἀλλ’ οὐκ ἐγὼ μύθους, οὐκ ἀκοῆς θήραστρα, λόγων εὐγλωττίαν πλασάμενος πάρειμι κησήσων ὦτα φωνῇ Σειρήνων, οὐδὲ χρυσέοις δεπάεσσιν, ὡραίοις ἄνθεσι κεκαλλιεπημένοις, ἡδονῆς φάρμακα τοῖς τῶνδε προπιοῦμαι φίλοις, σοφοῖς δὲ πειθόμενος παρ- αγγέλλω τὰς λεωξόρους φεύγειν καὶ ἐκτρίπεσθαι, μηδὲ τῷ πλήθει συνωθεῖσθαι διακελεύομαι.