Ancient Greek · ~2 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 1.1
Not analysed yet
Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου. χαιρωμεν δ᾿ ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν οἱ βασιλικοὶ παῖδες, ἐξάρχει δ᾿ ἡμῖν τῆς ἑορτῆς ὁ μέγας βασιλεύς. μέγαν δ᾿ ἐγὼ βασιλέα καλῶ τὸν ἀληθῶς μέγαν· τοῦτον δ᾿ εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεύς, ἀλλὰ καὶ συνευφημήσει τῂ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας ἁψῖδες οὐράνιοι, γῆ δ᾿ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν. . . εἴ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτο, φῶς δ᾿ ἀμφ᾿ αὐτὸν ἀπαστράπτον ἀρρήτοις ἀκτίνων μαρμαρυγαῖς παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείρηει τὴν θέαν.