Ancient Greek · ~3 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 1.2
Not analysed yet
τοῦτον στρατιαὶ περιπολοῦσιν οὐράνιοι, δορυφοροῦσι δ᾿ ὑπερκόσμιοι δυνάμεις, τὸν αὐτῶν δεσπότην καὶ κύριον καὶ βασιλέα γνωρίζουσαι, ἀγγέλων τε ἄπειρα πλήθη θίασοί τε ἀρχαγγέλων καὶ πνευμάτων ἁγίων χοροὶ τῶν ἀμφ᾿ αὐτὸν μαρμαρυγῶν ὥσπερ ἐξ ἀενάων φωτὸς πηγῶν ἀρυτόμενοι καταυγάζονται. φῶτά τε πάντα καὶ φώτων ἀσωμάτων θεῖα καὶ νοερὰ γένη τὸν ἐπέκεινα χῶρον οὐρανοῦ λαχόντα τὸν μέγαν βασιλέα τοῖς ἀνωτάτω καὶ θερπερπέσιν ὕμνοις γεραίρουσιν, μέσος δ᾿ ἀμφιβέβλται μέγας οὐρανὸς περιπέτασμα κυάνεον τοὺς ἐκτὸς τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον. ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείων προθύροις περιπολοῦσι δᾳδουχοῦντες ἥλιος καὶ σελήνη καὶ τὰ κατ᾿ οὐρανὸν φωσφόρα, τὸν ἐπέκεινα τῶν ὅλων βασιλέα τιμῶντες αὐτοῦ τε νεύματι καὶ λόγῳ τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας.