Ancient Greek
Chapter 10
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 10.5
Not analysed yet
καὶ δὴ μέσοις βασιλείων οἵκοις οὐκ ἔθ' ὡς τὸ πρὶν ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται θεοῦ βασιλικῆς ὕμνοις εὐσεβείας σεμνυνόμενοι πανηγυρίσουσιν, θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς εἰς ἅπαντας καταγγέλλεται, ἀγαθῶν τε λόγος εὐαγγελικὸς τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον πατέρα τοῖς κατὰ γῆν υἱοῖς εὐαγγελιζόμενος, χοροί τε παντοῖοι ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις.