Ancient Greek
Chapter 10
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 10.6
Not analysed yet
ψυχαί τε λογικαὶ δί ὡν περιβέβληνται οωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς ὀφειλομένας ἀναπέμπουσι θεολογίας· ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται, τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ σωτῆρα πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες.