Ancient Greek · ~2 min
Chapter 10
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 10.7
Not analysed yet
ὁ δ’ οἷα σοφὸς κυβερνήτης ὑψίζυγος ὑπὲρ πηδαλίων ὀχούμενος εὐδίᾳ περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ αὐτῳ πάντας ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον, θεὸς δὲ αὐτὸςό ὁ μέγας βασιλεὺς ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησιν, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος, μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν ἀγαθῶν, ἔργοις εἰς αὐτὸν τὰς οἰκείας πιστούμενος ἐπαγγελίας, ἃς οὐκέθ' ὁ παρὼν καιρὸς ἐπιτρέπει λέγειν, μένειν δὲ χρὴ τὴν ἐκεῖσε ὅτι δὴ θνητοῖς ὄμμασι καὶ σαρκὸς ἀκοαῖς οὐκ ἔχει φύσιν τὰ θεῖα καταλαμβάνεσθαι.