Ancient Greek · ~2 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.14
Not analysed yet
ἀλλὰ γὰρ τούτων ἁπάντων ὁ παραδοξοποιὸς τοῦ θεοῦ λόγος αἴτιός ἄν ἐνδίκως ἀποφανθείη· λόγος γὰρ ὡς ἀληθῶς θεοῦ παντοδύναμος διὰ πάντων ἑαυτὸν ἁπλώσας, καὶ ἄνω τε πρὸς ὕψος καὶ κάτω πρὸς βάθος ἑαυτὸν ἀσωμάτως ἐκτείνας, πλάτη τε καὶ μήκη τοῦ παντὸς πλατείαις ὥσπερ ταῖς χερσὶ περιλαβών, συνήγαγεν τόδε τὸ πᾶν καὶ συνέσφιγξεν, ὄργανον τε τοῦτο παναρμόνιον αὐτὸς ἑαυτῷ συμπηξάμενος τὴν ἄλογον καὶ ἄμορφον καὶ ἀνείδεον τῶν σωμάτων οὐσίαν πανσόφῳ καὶ λογικῇ δυνάμει, εὖ μάλα τοῖς διατόνοις τὰ διεζευγμένα συνάπτων, ἀνακρούεται, ἥλιόν τε αὐτὸν καὶ σελήνην καὶ τὰ κατ' οὐρανὸν φωσφόρα λόγοις διακυβερνῶν ἀρρήτοις ἐς τὸ χρήσιμον τῶν ὅλων ὁδηγεῖ.