Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.13
Not analysed yet
τοῦ δὲ λόγου σαφὴς ἡ ἀπόδειξις. ἐι γὰρ δὴ αὐτὰ καθ’ ἑαυτὰ τὰ τοῦ κόσμου μέρη, ἃ δὴ καὶ πρῶτα στοιχεῖα καλεῖν εἰώθαμεν, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἅπερ ἐξ ἀλόγου συνέστηκε φύσεως, ὅ δὴ καὶ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν, ἢ εἰ μία τοῖς ὑπόκειται οὐσία, δὴ δὴ καὶ πάνδοχον καὶ μητέρα καὶ Μήνην τοῖς περὶ ταῦτα δεινοῖς ὀνομάζειν φίλον, ἄμορφός τε καὶ ἀνείδεος αὕτη πάντη τε ἄψυχος καὶ ἄλογος, πόθεν ἂν εἴποι τις τὸν ἐν αὐτῇ κόσμον ἐνυπάρχειν αὐτῇ; πόθεν ἡ τῶν στοιχείων διάκρισις; πόθεν ἡ τῶν ἐναντίων ἐπὶ ταὐτὸ συνδρομή; τίς τὸ βαρὺ τῆς γῆς στοιχεῖον ἐφ' ὑγρᾶς οὐσίας ὀχεῖσθαι παρεκελεύσατο; τίς τὴν τῶν ὑδάτων φύσιν κάτω ῥέουσαν ἀναστρέψας εἰς τοὐπίσω μετέωρον διὰ νεφῶν ἤγαγεν; τίς τὴν τοῦ πυρὸς δύναμιν πεδήσας ξύλοις φωλεύειν τοῖς ἐναντίοις τῇ φύσει συνεκεράσατο; τίς τὸν ψυχρὸν ἀέρα θερμῇ δυνάμει καταμίξας, τῆς πρὸς ἄλληλα μάχης αὐτὰ διαλύσας εἰς φιλίαν κατήλλαξεν ; λαξεν; τίς τὸ θνητὸν γένος τῷ τῆς διαδοχῆς τρόπῳ μηχανησάμενος εἰς μακρὸν αἰῶνα ζωῆς ἀθανάτου διεήγαγεν; τίς ὧδε τὸ μὲν μορφώσας τὸ δὲ θῆλυ σχηματίσας ἄμφω τε εἰς ἁρμονίαν μίαν, γενέσεως ἀρχὴν ἅπασι ζώοις ἐξεύρατο; τὴν τὴν ῥοώδη καὶ σπερματικὴν γένεσιν τῆς φθαρτῆς καὶ ἀναισθήτου μεταβαλὼν ῥοῆς ζωογόνον ἀπέδειξεν; τίς ταῦτα πάντα καὶ μυρία τούτων ἐπέκεινα θαύματος καὶ ἐκπλήξεως κρείττονα εἰσέτι καὶ νῦν ἐνεργεῖ; τίς ἐφ ἑκάστης ἡμέρας καὶ ὥρας τὰς τούτων γενέσεις καὶ φθορὰς ἀφανεῖ καὶ ἀοράῳ δυνάμει κατεργάζεται;