Ancient Greek · ~2 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.17
Not analysed yet
τί με δεῖ τοῦ θείου λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾶν καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ' ὄλου ψυχήν, ἄλλοι δὲ εἱμαρμένην· οἱ δ' αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων θεὸν οὐκ οἶδ' ὅπως τὰ πορρωτάτω διεστῶτα μιγνύντες ἀπεφήαντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ τἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ' οἱ μὲν ταῦτα.