Ancient Greek · ~2 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.1
Not analysed yet
Ἡ δ’ ἔνθεος διδασκαλία τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἵτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν οὐκ ἐν σώμασιν ὅν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ' ἒν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλοτριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι αὐτοῦ φῦναι παραδέδοται.