Ancient Greek · ~2 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.4
Not analysed yet
εἶτ' οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν, τὰ πάτρια φυλάττειν καὶ τοὺς καθ' ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; ἀλλ' ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἤ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγεν οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ σεμνολογῶν τῦφον.