Ancient Greek · ~4 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.5
Not analysed yet
ὅν δὴ συγγνώμης ἄξιῶν τῆς ἀμαθίας οὐ μόνον ἀλλὰ καὶ πάντα πεπλανημένον ὁ τοῦ παναγάθου πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλεῖα καθ’ ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος ἒν χώραις καὶ κώμαις ἀγροῖς τε καὶ ἐρημίαις ταῖς θ' ἀπανταχοῦ πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ Ψυχῶν ἰατρὸς παρακελευόμενος. λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· δεῦτε, πρός με", λέγων, „πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·" αὐθις· „οὐκ ἠλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·" καὶ προστίθησί γε τὸ αἵτιον φάσκων· „οὐ γὰρ χρείαν ἔχουσιν ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." καὶ· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. “