Ancient Greek · ~2 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.9
Not analysed yet
νηπίων γοῦν κομιδῆ παίδων διαφέροιεν ἂν οὐδὲν καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ αὐτὸ τὸ μουσικὸν ὄργανον ἀλλ’ οὐ τὸν τῆς συντάξεως εὑρέτην τε καὶ ἐπιστήμονα τῆς σοφίας ἀποθαυμάζοντες, ἢ οἱ τὸν ἐν πολέμοις ἀριστέα παριόντες τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις, ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ ἵσου τιμῶντες ἀγορὰς καὶ πλατείας καὶ οἰκοδομήματα τεμένη τε ἄψυχα καὶ γυμνάσια, δέον μὴ κίονας μηδὲ λίθους τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι.