Ancient Greek · ~3 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.10
Not analysed yet
κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ σύμπαν τόδε σαρκὸς ὀφθαλμοῖς θεωμένους οὔτε ἡλίῳ οὔτε σελήνῃ οὔτ' ἄλλῳ τῶν κατ' οὐρανὸν ἀναθετέον τὴν αἰτίαν, σοφίας δ' ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μηδὲ μὴν ὁμοίως τῷ τούτων ποιητῇ τε καὶ δημιουργῷ τιμᾶν τε καὶ σέβειν, ἐκ δὲ τούτων αὐτῶν τῆς ὄψεως τὸν μηκέτι σώματος ὀφθαλμοῖς μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον τὸν παμβασιλέα θεοῦ λόγον πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ ἐπὶ ἀνθρώπου σώματι πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος ὀφθαλμοὺς ἢ κεφαλὴν ἢ χεῖρας ἢ πόδας ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τὴν ἔξωθεν τοῦ τρίβωνος περιβολὴν σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλὰ οὐδὲ τὰ ὑπηρετικὰ σκεύη, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον ἐν ἀνθρώπῳ νοῦν πᾶς τις ἔμφρων θαυμάζει.