Ancient Greek
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.10
Not analysed yet
ὡς εἰ καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς ἀπολαβών τις ἰδίως ὀφθαλμούς, ἄνθρωπον εἰναι λέγοι τούτους, καὶ ὠτα πάλιν ἄλλον ἄνθρωπον καὶ κεφαλὴν ὁμοιῶς, αὐχένα τε καὶ στέρνα καὶ ὤμους πόδας τε καὶ χεῖρας καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γενν κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτὴν· οὐδ' αὖ πολυμερὴς οὐσα ὑπάρχοι ἂν θεία· πῶς γάρ; ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως.