Ancient Greek · ~6 min
Chapter 12
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 12.11
Not analysed yet
διὸ δὴ τῆς ἀληθείας ὁ κήρυξ ὧδέ πη λέγων διαρρήδην κέκραγεν· θεοῦ μὲν λόγος ὁ πρὸ πάντων μόνος ἂν εἵη λογικῶν πάντων σωτήρ, θεὸς δὲ ὁ ἐπέκεινα, λόγου γενεσιάρχης, μόνος ἁπάντων αἴτιος ὤν, αὐτοῦ μὲν οἷα μονογενοῦς κυρίως ἂν λεχθείη τοῦ λόγου πατήρ, αὐτὸς δ' ἀνώτερον αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος θεὸς αὐτός, μονογενὴς δ' ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων σωτήρ, θεοῦ λόγος εἷς, ὁ διὰ πάντων. ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε άνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ' ἡρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ ταῦτα δὴ καὶ ὅδε πολυμερὴς ὤν καὶ πολυσύνθετος ψυχρᾶς ὁμοῦ καὶ τῆς ἐναντίας ταύτης θερμῆς, ὑγρᾶς τε καὶ αὖ πάλιν τῆς ἐναντίας ταύτης ξηρᾶς οὐσίας, εἰς μίαν συνελθὼν ἁρμονίαν ὄργα- νον ἂν εἴη μέγα, μεγάλου θεοῦ δημιούργημα, λόγος δ’ ὁ θεῖος, οὐκέτ' ἐκ μερῶν συνεστὼς οὐδ’ ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς. ὢν καὶ ἀσύνθετος εὐ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς μελῳδίαν. ὡς δ’ ὑφ’ ἑνὶ σώματι μέλη μὲν καὶ μέρη τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ’ ἀφανὴς ἥπλωται δι’ ὅλων μία καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς, εἷς, οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, λόγος δὲ ὡσαύτως θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀφανῶς ἐφηπλωμένος πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος.